Πέμπτη 1 Αυγούστου 2019

Μέγας Παρακλητικός Κανών.

Ποίημα τοῦ βασιλέως
Θεοδώρου Δούκα τοῦ Λασκάρεως.

Ο ἱερεύς·Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
῾Ο ἀναγνώστης· ᾿Αμήν.

῾Ο ἱερεύς·
Βασιλεῦ οὐράνιε, παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

῾Ο ἀναγνώστης· ᾿Αμήν.
῞Αγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Α­μήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθε νείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέ η σον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα. Καὶ νῦν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέ λημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφί εμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡ μᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

῾Ο ἱερεύς·
῞Οτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

῾Ο ἀναγνώστης· ᾿Αμήν. Κύριε, ἐλέησον (ιβ΄). Δόξα… Καὶ νῦν…

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βα σιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χρι στῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσά κου­σόν μου ἐν τῇ δικαιοσύνῃ σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐτα πείνωσεν εἰς γῆν τὴν ζωήν μου.
᾿Εκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐτα ρά χθη ἡ καρδία μου.
᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶ σι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμε λέ των.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκ­κον.
᾿Ακουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.
᾿Εξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζή σεις με.
᾿Εν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξο λο θρεύ σεις τοὺς ἐχθρούς μου.
Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Οἱ ψάλται·
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (τετράκις)

Εἶτα τὰ τροπάρια.
῏Ηχος δ΄.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁ μαρ τωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον, ἐφ᾿ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δού λους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτή μεθα.

Δόξα, τὸ αὐτό.
Καὶ νῦν, τὸ ἐξῆς.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐ στασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐ λευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δού λους σῴζεις ἀεὶ ἐκ παντοίων δει νῶν.

Ψαλμὸς ν΄ (50)
᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά λει­ψον τὸ ἀνόμημά μου.
᾿Επὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
῞Οτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρ τία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
᾿Ιδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρ τίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
᾿Ιδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυ νεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
᾿Ακουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀ γαλ λιάσονται ὀστέα τεταπεινωμένα.
᾿Απόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρ τιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὺ ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
᾿Απόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω τη ρί ας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δι­και ο σύ νην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
῞Οτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλο καυ τώ ματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξ ουδενώσει.
᾿Αγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη ᾿Ιερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό σχους.

῾Ο κανών
᾿ῼδὴ α΄. ῏Ηχος πλ. δ΄. ῾Ο εἱρμός.
«῾Αρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦ σά ποτε, μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξα σα καὶ δι ελοῦσα θάλασσαν· ᾿Ισραὴλ δὲ φυγάδα πε ζὸν ὁ δίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».

Τροπάρια

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν λυπηρῶν ἐπαγωγαὶ χειμάζουσι τὴν τα πει νήν μου ψυχήν, καὶ συμφορῶν νέφη τὴν ἐμὴν κα λύπτουσι, καρδίαν θεονύμφευτε, ἀλλ᾿ ἡ φῶς τε το κυῖα τὸ θεῖον καὶ προαιώνιον, λάμψον μοι τὸ φῶς τὸ χαρμόσυνον.

Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
᾿Εξ ἀμετρήτων ἀναγκῶν καὶ θλίψεων καὶ ἐξ ἐχθρῶν δυσμενῶν, καὶ συμφορῶν βίου λυτρωθεὶς πανάχραντε, τῇ κραταιᾷ δυνάμει σου, ἀνυμνῶ με γα λύνω τὴν ἄμετρόν σου συμπάθειαν, καὶ τὴν εἰς ἐμέ σου παράκλησιν.

Δόξα Πατρί…
Νῦν πεποιθὼς ἐπὶ τὴν σὴν κατέφυγον ἀντίληψιν κραταιάν, καὶ πρὸς τὴν σὴν σκέπην ὁλοψύχως ἔδρα μον, καὶ γόνυ κλίνω δέσποινα, καὶ θρηνῶ καὶ στε νάζω, μή με παρίδῃς τὸν ἄθλιον, τῶν χριστιανῶν καταφύγιον.

Καὶ νῦν καὶ ἀεί…
Οὐ σιωπήσω τοῦ βοᾶν τρανότατα τὰ μεγαλεῖα τὰ σά· εἰ μὴ γὰρ σὺ κόρη, πάντοτε προΐστασο ὑπὲρ ἐμοῦ πρεσβεύουσα, τῷ Υἱῷ καὶ Θεῷ σου, τίς ἐκ το σούτου με κλύδωνος, καὶ δεινῶν κινδύνων ἐρρύ σατο;

᾿ῼδὴ γ΄. ῾Ο εἱρμός.
«Οὐρανίας ἁψῖδος ὀροφουργὲ Κύριε, καὶ τῆς ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στή ριγ μα, μόνε φιλάνθρωπε».

Τροπάρια
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
᾿Απορήσας ἐκ πάντων, ὀδυνηρῶς κράζω σοι· πρό φθασον θερμὴ προστασία, καὶ σὴν βοήθειαν, δός μοι τῷ δούλῳ σου, τῷ ταπεινῷ καὶ ἀθλίῳ, τῷ τὴν σὴν ἀντίληψιν ἐπιζητοῦντι θερμῶς.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
᾿Εθαυμάστωσας ὄντως νῦν ἐπ᾿ ἐμοὶ δέσποινα, τὰς εὐεργεσίας σου κόρη, καὶ τὰ ἐλέη σου· ὅθεν δο ξάζω σε καὶ ἀνυμνῶ καὶ γεραίρω, τὴν πολλὴν καὶ ἄμετρον κηδεμονίαν σου.

Δόξα Πατρί.
Καταιγίς με χειμάζει τῶν συμφορῶν δέσποινα, καὶ τῶν λυπηρῶν τρικυμίαι καταποντίζουσιν· ἀλ λὰ προφθάσασα, χεῖρά μοι δὸς βοηθείας, ἡ θερμὴ ἀντίληψις καὶ προστασία μου.

Καὶ νῦν καὶ ἀεί.
᾿Αληθῆ Θεοτόκον ὁμολογῶ δέσποινα, σὲ τὴν τοῦ θανάτου τὸ κράτος ἐξαφανίσασαν· ὡς γὰρ φυ σίζωος, ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾅδου πρὸς ζωὴν ἀνήγαγες, εἰς γῆν με ῥεύσαντα.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

᾿Επίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Γίνεται δέησις ὑπὸ τοῦ ἱερέως καὶ μνημονεύον ται τὰ ὀνόματα τῶν ὑπὲρ ὧν τελεῖται ἡ παρά κλησις.

Κάθισμα. ῏Ηχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον, ἐλέ ους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βο ῶμέν σοι· Θεοτόκε δέσποινα, πρόφθασον καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προ στα τεύ ουσα.

᾿ῼδὴ δ΄. ῾Ο εἱρμός.
«Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπι-σκεψάμενος. Διὸ σὺν τῷ προφήτῃ, ᾿Αββακούμ σοι κραυγάζω· Τῇ δυνάμει σου δόξα, φιλάνθρωπε».

Τροπάρια
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Καὶ ποῦ λοιπὸν ἄλλην εὑρήσω ἀντίληψιν; ποῦ προσφύγω; ποῦ δὲ καὶ σωθήσομαι; τίνα θερμὴν ἕξω βοηθόν, θλίψεσι τοῦ βίου, καὶ ζάλαις οἴμοι κλο νούμενος; εἰς σὲ μόνην ἐλπίζω· καὶ θαρρῶ καὶ καυχῶμαι, καὶ προστρέχω τῇ σκέπῃ σου· σῶσόν με.

Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸν ποταμὸν τὸν γλυκερὸν τοῦ ἐλέους σου, τὸν πλουσίαις δωρεαῖς δροσίσαντα τὴν παναθλίαν καὶ ταπεινήν, πάναγνε ψυχήν μου, τῶν συμφορῶν καὶ τῶν θλίψεων, καμίνῳ φλογισθεῖσαν, μεγαλύνω κη ρύττω, καὶ προστρέχω τῇ σκέπῃ σου· σῶσόν με.

Δόξα Πατρί…
Σὲ τὴν ἁγνήν, σὲ τὴν παρθένον καὶ ἄσπιλον, μό νην φέρω τεῖχος ἀπροσμάχητον, καταφυγὴν σκέ πην κραταιάν, ὅπλον σωτηρίας· μή με παρίδῃς τὸν ἄσωτον, ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία, θλιβομένων χαρὰ καὶ ἀντίληψις.

Καὶ νῦν καὶ ἀεί…
Πῶς ἐξειπεῖν σοῦ κατ᾿ ἀξίαν δυνήσομαι τοὺς ἀμέ τρους οἰκτιρμούς, ὧ δέσποινα, τοὺς τὴν ἐμὴν πάν τοτε ψυχήν, δεινῶς πυρουμένην, ὡς ὕδωρ περι δροσίσαντας; ἀλλ᾿ ὢ τῆς σῆς προνοίας καὶ τῆς εὐ ερ γεσίας, ἧς ἀφθόνως αὐτὸς παραπήλαυσα!

᾿ῼδὴ ε΄. ῾Ο εἱρμός.
«῾Ινατί με ἀπώσω ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με τὸ ἀλλότριον σκό τος τὸν δείλαιον; ἀλλ᾿ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κα­τεύ θυ νον δέομαι».

Τροπάρια
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐχαρίστως βοῶ σοι· χαῖρε μητροπάρθενε· χαῖ ρε θεόνυμφε· χαῖρε θεία σκέπη· χαῖρε ὅπλον καὶ τεῖχος ἀπόρθητον· χαῖρε προστασία, καὶ βοηθὲ καὶ σωτηρία, τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἱ μισοῦντές με μάτην βέλεμνα καὶ ξίφη καὶ λάκκον ηὐτρέπισαν, καὶ ἐπιζητοῦσι τὸ πανάθλιον σῶμα σπαράξαι μου, καὶ καταβιβάσαι πρὸς γῆν, ἁγνὴ ἐπιζητοῦσιν· ἀλλ᾿ ἐκ τούτων προφθάσασα σῶσόν με.

Δόξα Πατρί…
᾿Απὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου καὶ βλά βης με λύτρωσαι· καὶ τῇ σῇ δυνάμει ἐν τῇ σκέπῃ σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κινδύνου καὶ ἐξ ἐ χθρῶν τῶν πολεμούντων, καὶ μισούντων με, κόρη παν ύμνητε.

Καὶ νῦν…
Τί σοι δῶρον προσάξω τῆς εὐχαριστίας, ἀνθ᾿ ὧν περ ἀπήλαυσα, τῶν σῶν δωρημάτων καὶ τῆς σῆς ἀμετρήτου χρηστότητος; τοιγαροῦν δοξάζω, ὑμνολογῶ καὶ μεγαλύνω, σοῦ τὴν ἄφατον πρός με συμπάθειαν.

᾿ῼδὴ f΄. ῾Ο εἱρμός.
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον καὶ αὐτῷ ἀ παγ γελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς ᾿Ιωνᾶς· ἐκ φθορᾶς ὁ Θεός με ἀνά­γαγε».

Τροπάρια
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὰ νέφη τῶν λυπηρῶν ἐκάλυψαν τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ σκοτασμὸν ἐμποιοῦσί μοι κόρη· ἀλλ᾿ ἡ γεννήσασα φῶς τὸ ἀπρόσιτον, ἀπέ λασον ταῦτα μακράν, τῇ ἐμπνεύσει τῆς θείας πρεσβείας σου.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παράκλησιν ἐν ταῖς θλίψεσιν οἶδα, καὶ τῶν νό σων ἰατρόν σε γινώσκω, καὶ παντελῆ συντριμμὸν τοῦ θανάτου, καὶ ποταμὸν τῆς ζωῆς ἀνεξάντλητον, καὶ πάντων τῶν ἐν συμφοραῖς, ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.

Δόξα Πατρί…
Οὐ κρύπτω σου τὸν βυθὸν τοῦ ἐλέους καὶ τὴν βρύσιν τῶν ἀπείρων θαυμάτων, καὶ τὴν πηγὴν τὴν ἀέναον ὄντως, τῆς πρὸς ἐμὲ συμπαθείας σου δέσποινα· ἀλλ᾿ ἅπασιν ὁμολογῶ, καὶ βοῶ καὶ κη ρύτ τω καὶ φθέγγομαι.

Καὶ νῦν καὶ ἀεί…
᾿Εκύκλωσαν αἱ τοῦ βίου με ζάλαι, ὥς περ μέλισσαι κηρίον παρθένε, καὶ τὴν ἐμὴν κα τα­σχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλει τῶν θλί ψεων· ἀλλ᾿ εὕροιμί σε βοηθόν, καὶ διώκτην καὶ ῥύ στην πανάχραντε.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲκαταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

῎Αχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Γίνεται δέησις ὑπὸ τοῦ ἱερέως καὶ μνημονεύον ται τὰ ὀνόματα τῶν ὑπὲρ ὧν τελεῖται ἡ παράκλη σις.

Κοντάκιον. ῏Ηχος β΄.
Προστασία τῶν χριστιανῶν ἀκαταίσχυντε, με σι τεία πρὸς τὸν ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρ τωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυ γαζόντων σοι· τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Καὶ εὐθὺς τὸ προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. ῎Ακουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

ΕΥΑΓΓΕΛΙΟΝ
᾿Εκ τοῦ κατὰ Λουκᾶν
(ι΄ 38 καὶ ια΄ 27)

Τῷ καιρῷ ἐκείνῳ εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐ τὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ κα λου μένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πό δας τοῦ ᾿Ιησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. ῾Η δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπι στᾶ σα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. ᾿Αποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ᾿Ι η σοῦς· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ πε ρὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγα θὴν μερίδα ἐξελέξατο, ἥ τις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. ᾿Εγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπά ρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μα κα ρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενοῦνγε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

Δόξα. ῏Ηχος β΄.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι, ἐξά λειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεί.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξά λει ψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. ᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά λειψον τὸ ἀνόμημά μου.

῏Ηχος πλ. β΄. ῞Ολην ἀποθέμενοι.
Μὴ καταπιστεύσῃς με ἀνθρωπίνῃ προστασίᾳ, Παναγία δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου· θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι τῶν δαι μόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχων πλήν σου· δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

Οὐδεὶς προστρέχων ἐπὶ σοὶ κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ παρθένε Θεοτόκε· ἀλλ᾿ αἰ τεῖ ται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε παρθένε,σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνηπροστασία τῶν πιστῶν.

Εἶτα ὁ ἱερεύς.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὕψωσον κέρας χριστια νῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου δεσποί νης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνά μει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκε σίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν καὶ οἰκουμενικῶν μεγάλων διδασκάλων καὶ ἱεραρχῶν Βασιλείου τοῦ μεγάλου, Γρηγορίου τοῦ θεολόγου καὶ ᾿Ιωάννου τοῦ χρυσοστόμου· τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικολάου, ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων ᾿Ιωακὶμ καὶ ῎Αννης· τοῦ ἁγίου (τῆς ἡμέρας) καὶ πάντων σου τῶν ἁγίων· ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

Τὸ «Κύριε, ἐλέησον» ιβ΄. Καὶ ὁ ἱερεὺς τὴν ἐκ φώ νησιν.
᾿Ελέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μο νογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παν αγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Α μήν.

Καὶ αἱ λοιπαὶ ᾠδαὶ τοῦ κανόνος.

᾿ῼδὴ ζ΄. ῾Ο εἱρμός.
«Παῖδες ῾Εβραίων ἐν καμίνῳ κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ με­τέ βαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».

Τροπάρια
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φῶς ἡ τεκοῦσα Θεοτόκε, σκοτισθέντα με νυκτὶ ἁ μαρτημάτων, φωταγώγησον σύ, φωτὸς οὖσα δοχεῖ ον τὸ καθαρὸν καὶ ἄμωμον, ἵνα πόθῳ σε δοξά ζω.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σκέπη γενοῦ καὶ προστασία, καὶ ἀντίληψις καὶ καύχημα παρθένε, γυμνωθέντι μοι νῦν ἁπά σης βοηθείας, ἀβοηθήτων δύναμις καὶ ἐλπὶς ἀπηλ πισμένων.

Δόξα Πατρί.
῞Ολῃ ψυχῇ καὶ διανοίᾳ καὶ καρδίᾳ σε καὶ χείλεσι δοξάζω, ἀπολαύσας τῶν σῶν μεγάλων χα ρι­σμάτων· ἀλλ᾿ ὢ τῆς σῆς χρηστότητος, καὶ ἀπείρων σου θαυμάτων!

Καὶ νῦν καὶ ἀεί.
Βλέψον ἱλέῳ ὄμματί σου καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω· καὶ δεινῶν συμφορῶν καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν με λύτρωσαι, ἀμε τρή τῳ σου ἐλέει.

᾿ῼδὴ η΄. ῾Ο εἱρμός.
«Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα καὶ ἐν βάτῳ πυ ρὶ τὸ τῆς ἀειπαρθένου, τῷ Μωυσῇ μυστήριον γνω ρί σαντα, Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάν τας τοὺς αἰῶνας».

Τροπάρια
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Διὰ σπλάγχνα ἐλέους σου παρθένε, μὴ παρίδῃς σεμνή, ποντούμενόν με σάλῳ βιοτικῶν κυμάτων· ἀλλὰ δίδου μοι χεῖρα βοηθείας, καταπονουμένῳ κακώσεσι τοῦ βίου.

Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι, εὕροσάν με ἁγνή, καὶ συμφοραὶ τοῦ βίου, καὶ πειρασμοί με πάντοθεν ἐκύκλωσαν· ἀλλὰ πρόστηθί μοι καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ σου σκέπῃ.

Δόξα Πατρί…
᾿Εν ταῖς ζάλαις ἐφεῦρόν σε λιμένα, ἐν ταῖς λύ παις χαρὰν καὶ εὐφροσύνην, καὶ ἐν ταῖς νόσοις τα χινὴν βοήθειαν, καὶ ἐν τοῖς κινδύνοις ῥῦστιν καὶ προστάτιν ἐν τοῖς πειρατηρίοις.

Καὶ νῦν καὶ ἀεί…
Χαῖρε θρόνε πυρίμορφε Κυρίου· χαῖρε θεία καὶ μανναδόχε στάμνε· χαῖρε χρυσῆ λυχνία λαμπὰς ἄ σβεστε· χαῖρε τῶν παρθένων δόξα καὶ μητέρων ὡρά ισμα καὶ κλέος.

᾿ῼδὴ θ΄. ῾Ο εἱρμός.
«᾿Εξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κα τεπλάγη τὰ πέρατα, ὅτι Θεὸς ὤφθη τοῖς ἀν­θρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέ γο νεν εὐρυχωροτέρα τῶν οὐρανῶν· δι᾿ ὅ σε Θε ο τόκε, ἀγγέλων καὶ ἀνθρώπων ταξιαρχίαι με γα λύνουσιν».

Τροπάρια
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πρὸς τίνα καταφύγω ἄλλην ἁγνή; ποῦ προσ δράμω λοιπὸν καὶ σωθήσομαι; ποῦ πορευθῶ; ποί­αν δὲ ἐφεύρω καταφυγήν; ποίαν θερμὴν ἀν τί λη ψιν; ποίαν ἐν ταῖς θλίψεσι βοηθόν; εἰς σὲ μόνην ἐλ πίζω, εἰς σὲ μόνην καυχῶμαι, καὶ ἐπὶ σὲ θαρρῶν κατέφυγον.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν, μεγαλεῖα τὰ σὰ θεονύμφευτε, καὶ τὸν βυθὸν τὸν ἀνεξερεύνητον ἐξειπεῖν, τῶν ὑπὲρ νοῦν θαυμάτων σου, τῶν τε τε λεσμένων διηνεκῶς, τοῖς πόθῳ σε τιμῶσι καὶ πίστει προσκυνοῦσιν, ὡς ἀληθῆ Θεοῦ λοχεύτριαν.

Δόξα Πατρί…
᾿Εν ὕμνοις εὐχαρίστοις δοξολογῶ καὶ γεραίρω τὸ ἄμετρον ἔλεος, καὶ τὴν πολλὴν δύναμίν σου πᾶσιν ὁμολογῶ, καὶ τὰς εὐεργεσίας σου, ἃς ὑπερ ε κέ νωσας εἰς ἐμέ, κηρύττω μεγαλύνω, ψυχῇ τε καὶ καρδίᾳ καὶ λογισμῷ καὶ γλώσσῃ πάντοτε.

Καὶ νῦν καὶ ἀεί…
Τὴν δέησίν μου δέξαι τὴν πενιχράν, καὶ κλαυθ μὸν μὴ παρίδῃς καὶ δάκρυα καὶ στεναγμόν· ἀλλ᾿ ἀντιλαβοῦ μου ὡς ἀγαθή, καὶ τὰς αἰτήσεις πλή ρω σον· δύνασαι γάρ πάντα ὡς πανσθενοῦς, δεσπότου Θεοῦ μήτηρ, εἰ νεύσεις ἔτι μόνον πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.

Καὶ εὐθὺς τὰ μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητονκαὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν σεραφίμ, τὴν ἀδιαφθόρωςΘεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν δέσποιναν τοῦ κόσμου ὕμνοις τιμήσωμεν.

᾿Απὸ τῶν πολλῶν μου ἁμαρτιῶν ἀσθενεῖ τὸ σῶ μα, ἀσθενεῖ μου καὶ ἡ ψυχή· πρὸς σὲ καταφεύγω, τὴν κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.

Δέσποινα καὶ μῆτερ τοῦ λυτρωτοῦ, δέξαι παρα κλήσεις ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα· ὧ δέσποινα τοῦ κόσμου, γε νοῦ μεσίτρια.

Ψάλλομεν προθύμως σοι τὴν ᾠδὴν νῦν τῇ παν υμνήτῳ Θεοτόκῳ χαρμονικῶς· μετὰ τοῦ προδρό μου καὶ πάντων τῶν ἁγίων, δυσώπει Θεοτόκε, τοῦ οἰκτιρῆσαι ἡμᾶς.

῎Αλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσ κυ νούντων τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱ­στορηθεῖσαν ὑπὸ τοῦ ἀποστόλου Λουκᾶ ἱερω τάτου, τὴν ὁδηγήτριαν.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

῾Ο ἀναγνώστης·
῞Αγιος ὁ Θεός, ῞Αγιος ᾿Ισχυρός, ῞Αγιος ᾿Αθάνατος, ἐλέησον ἡμᾶς (τρίς).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. ᾿Αμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα. Καὶ νῦν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέ λημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρ τον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πει ρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ο ἱερεύς·
῞Οτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
᾿Αμήν.

Καὶ εὐθὺς ψάλλονται τὰ κάτωθι

Τροπάρια. ῏Ηχος πλ. β΄.
᾿Ελέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς δεσπότῃ οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα Πατρί.
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν. Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀ στο­χήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

᾿Εξαποστειλάρια. ῏Ηχος γ΄.
᾿Απόστολοι ἐκ περάτων, συναθροισθέντες ἐν θά δε, Γεθσημανῆ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα· καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

῾Ο γλυκασμὸς τῶν ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, παρθένε μῆτερ Κυ ρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι τῶν αἰωνίων βασάνων.

Καὶ σὲ μεσίτριαν ἔχω πρὸς τὸν φιλάνθρωπον Θεόν, μὴ μοῦ ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον τῶν ἀγγέλων· παρακαλῶ σε παρθένε, βοήθησόν μοι ἐν τάχει.

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ βα σι λέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν δεσπότην.

῾Ο ἱερεύς
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε ᾿Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. ᾿Αμήν.


Γίνετε μέλη στη σελίδα μας στο Facebook: "ΕΔΩ"

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου