Τῷ καιρῷ εκείνῳ, συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ Ζαχαρίου, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις.
᾿Εν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου Δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε· χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξί.
Ἡ δὲ ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ. Καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ρῆμα.
Εἶπε δὲ Μαριάμ· ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ρῆμά σου. Καὶ ἀπῆλθεν ἀπ᾿ αὐτῆς ὁ ἄγγελος.
Απόδοση στη νεοελληνική:
Τὸν καιρό εκείνο, ἡ Ἐλισάβετ, ἡ γυναῖκά Ζαχαρίου, ἔμεινε ἔγκυος καὶ ἔκρυβε τὸν ἑαυτόν της ἐπὶ πέντε μῆνας καὶ ἔλεγε, «Αὐτὸ μοῦ ἔκανε ὁ Κύριος κατὰ τὰς ἡμέρας, ποὺ ἐνδιαφέρθηκε νὰ μοῦ ἀφαιρέσῃ τὴν ἐντροπὴν μεταξὺ τῶν ἀνθρώπων».
Κατὰ δὲ τὸν ἕκτον μῆνα ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τὸν Θεὸν εἰς πόλιν τῆς Γαλιλαίας, ποὺ ὠνομάζετο Ναζαρέτ, πρὸς παρθένον, ἡ ὁποία ἦτο μνηστευμένη μὲ ἄνδρα ὀνομαζόμενον Ἰωσὴφ ἀπὸ τὸν οἶκον τοῦ Δαυΐδ καὶ τὸ ὄνομα τῆς παρθένου ἦτο Μαριάμ.
Καὶ ὅταν παρουσιάσθηκε εἰς αὐτὴν ὁ ἄγγελος τῆς εἶπε, «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος εἶναι μαζί σου, εὐλογημένη εἶσαι σὺ μεταξὺ τῶν γυναικῶν».Αὐτὴ δὲ μόλις τὸν εἶδε, ἐταράχθηκε μὲ τὰ λόγια αὐτὰ καὶ ἐσκέπτετο τί σημαίνει ὁ χαιρετισμὸς αὐτός.
Καὶ ὁ ἄγγελος τῆς εἶπε, «Μὴ φοβᾶσαι, Μαριάμ, διότι εὑρῆκες χάριν ἐκ μέρους τοῦ Θεοῦ. Θὰ μείνῃς ἔγκυος καὶ θὰ γεννήσῃς υἱὸν καὶ θὰ τὸν ὀνομάσῃς Ἰησοῦν.
Αὐτὸς θὰ εἶναι μέγας καὶ θὰ ὀνομασθῇ Υἱὸς τοῦ Ὑψίστου καὶ θὰ τοῦ δώσῃ ὁ Θεὸς τὸν θρόνον τοῦ Δαυΐδ τοῦ πατέρα του, καὶ θὰ βασιλεύσῃ εἰς τὸν οἶκον τοῦ Ἰακὼβ αἰωνίως καὶ ἡ βασιλεία του δὲν θὰ ἔχῃ τέλος».
Εἶπε δὲ ἡ Μαριὰμ πρὸς τὸν ἄγγελον, «Πῶς θὰ γίνῃ αὐτὸ, ἀφοῦ δὲν ἔχω ἄνδρα;».
Ὁ ἄγγελος ἀπεκρίθη, «Πνεῦμα Ἅγιον θὰ ἔλθῃ σ’ ἐσὲ καὶ ἡ δύναμις τοῦ Ὑψίστου θὰ σὲ σκιάσῃ· διὰ τοῦτο καὶ τὸ ἅγιον ποὺ θὰ γεννηθῇ θὰ ὀνομασθῇ Υἱὸς τοῦ Θεοῦ.
Καὶ ἡ Ἐλισάβετ ἡ συγγενής σου, συνέλαβε καὶ αὐτὴ υἱὸν εἰς τὰ γεράματά της καὶ αὐτὴ ποὺ θεωρεῖται στεῖρα, εἶναι τώρα εἰς τὸν ἕκτον μῆνα της, διότι κανένα πρᾶγμα δὲν εἶναι ἀδύνατον εἰς τὸν Θεόν».
Εἶπε τότε ἡ Μαριάμ, «Ἰδοῦ ἡ δούλη τοῦ Κυρίου· ἂς μοῦ γίνῃ ὅπως εἶπες». Καὶ ἔφυγε ἀπ’ αὐτὴν ὁ ἄγγελος.